ΚΡ. καὶ δῆτ᾿ ἐτόλμας τούσδ᾿ ὑπερβαίνειν νόμους; ΑΝ. οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδ᾿ ἡ ξύνοικος τῶν… — Sophocles

ΚΡ. καὶ δῆτ᾿ ἐτόλμας τούσδ᾿ ὑπερβαίνειν νόμους;

ΑΝ. οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,

οὐδ᾿ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη

τοιούσδ᾿ ἐν ἀνθρώποισιν ὥρισεν νόμους,

οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ

κηρύγμαθ᾿ ὥστ᾿ ἄγραπτα κἀσφαλῆ θεῶν

νόμιμα δύνασθαι θνητά γ᾿ ὄνθ᾿ ὑπερδραμεῖν.

οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ᾿ ἀεί ποτε

ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ᾿φάνη.

Source: Wikiquote · CC BY-SA 4.0